Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.54 Joseph. AJ 1.58 (English) >>Joseph. AJ 1.63

1.56 δὲ Κάις ἀπορούμενος καὶ οὐκ ἔχων τι λέγοι πρὸς τὸν θεὸν ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, παροξυνθεὶς δὲ τοῦ θεοῦ λιπαρῶς ἐγκειμένου καὶ πολυπραγμονοῦντος οὐκ εἶναι παιδαγωγὸς καὶ φύλαξ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πραττομένων ἔλεγεν. 1.57 δὲ θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κάιν φονέα τἀδελφοῦ γενόμενον καίθαυμάζω, φησίν, εἰ περὶ ἀνδρὸς ἀγνοεῖς εἰπεῖν τί γέγονεν, 1.58ὃν αὐτὸς ἀπολώλεκας.” τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἠφίει θυσίαν ἐπιτελέσαντα καὶ διʼ αὐτῆς ἱκετεύσαντα μὴ λαβεῖν ὀργὴν αὐτῷ χαλεπωτέραν, ἐπάρατον δʼ αὐτὸν ἐτίθει καὶ τοὺς ἐγγόνους αὐτοῦ τιμωρήσεσθαι κατὰ τὴν ἑβδόμην ἠπείλησε γενεάν, καὶ τῆς γῆς αὐτὸν ἐκείνης ἐκβάλλει σὺν τῇ γυναικί. 1.59τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦτον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν ἀπὸ τοιαύτης αἰτίας, ἀλλʼ ἕνεκα τοῦ μηδὲν αὐτῷ ἐκ θηρίων γενέσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών, γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι. 1.60

Πολλὴν δʼ ἐπελθὼν γῆν ἱδρύεται μετὰ τῆς γυναικὸς Κάις Ναΐδα τόπον οὕτω καλούμενον καὶ αὐτόθι ποιεῖται τὴν κατοίκησιν, ἔνθʼ αὐτῷ καὶ παῖδες ἐγένοντο· οὐκ ἐπὶ νουθεσίᾳ δὲ τὴν κόλασιν ἔλαβεν, ἀλλʼ ἐπʼ αὐξήσει τῆς κακίας, ἡδονὴν μὲν πᾶσαν ἐκπορίζων αὐτοῦ τῷ σώματι, κἂν μεθʼ ὕβρεως τῶν συνόντων δέῃ ταύτην ἔχειν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.54 Joseph. AJ 1.58 (English) >>Joseph. AJ 1.63

Powered by PhiloLogic